!!! DEVELOPMENT MODE !!!

Σκύθες Γυναικωτοί...

Ιστορικά γεγονότα, καταστάσεις, αναδρομές
Άβαταρ μέλους
taxalata xalasa
Δημοσιεύσεις: 20638
Εγγραφή: 27 Αύγ 2021, 20:52

Σκύθες Γυναικωτοί...

Μη αναγνωσμένη δημοσίευση από taxalata xalasa »

Ηρόδοτος. Ἱστορίαι
[1.103.3] καί οἱ, ὡς συμβαλὼν ἐνίκησε τοὺς Ἀσσυρίους, περικατημένῳ τὴν Νίνον ἐπῆλθε Σκυθέων στρατὸς μέγας, ἦγε δὲ αὐτοὺς βασιλεὺς ὁ Σκυθέων Μαδύης Προτοθύεω παῖς· οἳ ἐσέβαλον μὲν ἐς τὴν Ἀσίην Κιμμερίους ἐκβαλόντες ἐκ τῆς Εὐρώπης, τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐς τὴν Μηδικὴν χώρην ἀπίκοντο.
[1.104.1] ἔστι δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Φᾶσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡμερέων εὐζώνῳ ὁδός, ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν, ἀλλ᾽ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστι, Σάσπειρες, τοῦτο δὲ παραμειβομένοισι εἶναι ἐν τῇ Μηδικῇ.
[1.104.2] οὐ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον, ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι, ἐν δεξιῇ ἔχοντες τὸ Καυκάσιον ὄρος. ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἑσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν, οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέσχον. ἐνθεῦτεν δὲ ἤισαν ἐπ᾽ Αἴγυπτον.
[1.105.1] καὶ ἐπείτε ἐγένοντο ἐν τῇ Παλαιστίνῃ Συρίῃ, Ψαμμήτιχός σφεας Αἰγύπτου βασιλεὺς ἀντιάσας δώροισί τε καὶ λιτῇσι ἀποτρέπει τὸ προσωτέρω μὴ πορεύεσθαι.
[1.105.2] οἱ δὲ ἐπείτε ἀναχωρέοντες ὀπίσω ἐγίνοντο τῆς Συρίης ἐν Ἀσκάλωνι πόλι, τῶν πλεόνων Σκυθέων παρεξελθόντων ἀσινέων ὀλίγοι τινὲς αὐτῶν ὑπολειφθέντες ἐσύλησαν τῆς Οὐρανίης Ἀφροδίτης τὸ ἱρόν.
[1.105.3] ἔστι δὲ τοῦτο τὸ ἱρόν, ὡς ἐγὼ πυνθανόμενος εὑρίσκω, πάντων ἀρχαιότατον ἱρῶν, ὅσα ταύτης τῆς θεοῦ· καὶ γὰρ τὸ ἐν Κύπρῳ ἱρὸν ἐνθεῦτεν ἐγένετο, ὡς αὐτοὶ Κύπριοι λέγουσι, καὶ τὸ ἐν Κυθήροισι Φοίνικές εἰσι οἱ ἱδρυσάμενοι ἐκ ταύτης τῆς Συρίης ἐόντες.
[1.105.4] τοῖσι δὲ τῶν Σκυθέων συλήσασι τὸ ἱρὸν τὸ ἐν Ἀσκάλωνι καὶ τοῖσι τούτων αἰεὶ ἐκγόνοισι ἐνέσκηψε ἡ θεὸς θήλεαν νοῦσον· ὥστε ἅμα λέγουσί τε οἱ Σκύθαι διὰ τοῦτό σφεας νοσέειν, καὶ ὁρᾶν παρ᾽ ἑωυτοῖσι τοὺς ἀπικνεομένους ἐς τὴν Σκυθικὴν χώρην ὡς διακέαται τοὺς καλέουσι ἐνάρεας οἱ Σκύθαι.
Πολλών δ’ ανθρώπων ίδεν άστεα και νόον έγνων.
Άβαταρ μέλους
taxalata xalasa
Δημοσιεύσεις: 20638
Εγγραφή: 27 Αύγ 2021, 20:52

Re: Σκύθες Γυναικωτοί...

Μη αναγνωσμένη δημοσίευση από taxalata xalasa »

όπου καταστράφηκε ναός της άφρος, ἐνέσκηψε ἡ θεὸς θήλεαν νοῦσον, τοῖσι δὲ τῶν ηλιθίων συλήσασι τὸ ἱρὸν τὸ ἐν παντώθεν καὶ τοῖσι τούτων αἰεὶ ἐκγόνοισι.... και ο νοών νοείτω και ο ανοών ανοείτω...

μετάφραση: όπου καταστράφηκε ναός της αφροδίτης, οι καταστροφείς και οι απόγονοι τους καταδικάστηκαν στην θήλεαν νόσο...

Γυναικωτοί... με ρόμπες... βρέθηκε η αιτία της νόσου... την έχει γράψει ο Ηρόδοτος εδώ και 25 αιωνες... nothing new to see...

Αναμένω τους γνωστούς άγνωστους...
Πολλών δ’ ανθρώπων ίδεν άστεα και νόον έγνων.
Απάντηση

Επιστροφή στο “Ιστορία”