Σελίδα 2 από 2

Re: Χαιρετισμοί.

Δημοσιεύτηκε: 18 Μαρ 2022, 20:08
από Κόκκορας
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.



Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα